Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.250 Joseph. AJ 9.254 (English) >>Joseph. AJ 9.258

9.252

Ἄχαζος δʼ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δʼ αὐτῷ καὶ λαμπρὰς δωρεάς. 9.253 δὲ τῶν πρέσβεων ἀφικομένων ὡς αὐτὸν ἧκε σύμμαχος Ἀχάζῳ, καὶ στρατεύσας ἐπὶ τοὺς Σύρους τήν τε χώραν αὐτῶν ἐπόρθησε καὶ τὴν Δαμασκὸν κατὰ κράτος εἷλε καὶ τὸν βασιλέα Ἀρασὴν ἀπέκτεινε. τοὺς δὲ Δαμασκηνοὺς ἀπῴκισεν εἰς τὴν ἄνω Μηδίαν καὶ ἐκ τῶν ἐθνῶν τῶν Ἀσσυρίων μεταστήσας τινὰς εἰς τὴν Δαμασκὸν κατῴκισε. 9.254τὴν δὲ τῶν Ἰσραηλιτῶν γῆν κακώσας πολλοὺς ἐξ αὐτῆς αἰχμαλώτους συνέλαβε. ταῦτʼ αὐτοῦ διαπραξαμένου τοὺς Σύρους βασιλεὺς ἄρας τὸν χρυσὸν ὃς ἦν ἐν τοῖς βασιλικοῖς θησαυροῖς καὶ τὸν ἄργυρον τὸν ἐν τῷ ναῷ τοῦ θεοῦ καὶ εἴ τι κάλλιστον ἀνάθημα, τοῦτο βαστάσας ἧκεν ἔχων εἰς Δαμασκὸν καὶ ἔδωκε τῷ τῶν Ἀσσυρίων βασιλεῖ κατὰ τὰς ὁμολογίας· καὶ πάντων αὐτῷ χάριν ἔχειν ὁμολογήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. 9.255ἦν δʼ οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.250 Joseph. AJ 9.254 (English) >>Joseph. AJ 9.258

Powered by PhiloLogic